Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι,
κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν,
πλοῦτον πνευματικόν ἐθησαύρισας ἐν αὐτῇ,
τὰ σὰ θεοπαράδοτα λόγια·
διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων,
πλεξαμένη τοῖς ᾄσμασι,
τῇ ἱερᾷ σου προσφέρει μνήμῃ,
πάγχρυσε,
τῇ ψυχῇ σὺν τῇ γλώττῃ,
Ἰωάννη Θεοσοφε·
Ἀλλ' ὡς ἔχων παρρησίαν Ὅσιε,
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δοξαστικό των Αίνων της εορτής του Αγίου Ιωάννου του Χρυσοστόμου σε ήχο πλάγιο του Δ΄.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου